ΜΠΑΡΑ ΜΕΝΟΥ

05 Αυγούστου 2019

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΕΛΕΟΥΣΗΣ - ΔΑΚΡΥΡΡΟΟΥΣΗΣ»




Αὐγούστου ΙΔ’
᾿Ετησἱαν ἑορτὴν ἄγομεν εἰς τιμὴν καὶ δόξαν
τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
Αειπαρθἐνου Μαρίας, τῆς «’Ελεούσης-Δακρυρροούσης»,
ἦς ἡ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῇ ἐν Θεσπρωτίᾳ
'Ιερᾷ Μονῇ Γηρομερίου.

ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΟ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξά...,ἱστῶμεν στίχους ς’ καἰ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τῆς Θεοτόκου.

Ηχος α΄. Ὤ τοῦ παραδόξου θαύματος!

Ω῎ τοῦ παραδόξου θαύματος! ὥσπερ δρόσον ζωῆς, δάκρυα χρηστότητος, ἀπέσταξε θαυμαστῶς, ἐκ τῆς Εἰκόνος αὐτῆς, ἡ Πάναγνος Μαριάμ, τὴν πρὸς ἡμᾶς μητρικὴν αὐτῆς εὔνοιαν, ἐκφαίνουσα συμπαθῶς, καἰ ἐλεοῦσα τοὺς πίστει κραυγάζοντας· Κεχαριτωμένη χαῖρε, Μῆτερ ᾿Αειπάρθενε, ἡ πηγάζουσα πᾶσιν, ἀγαλλίασιν κα λύτρωσιν.

Β αβαἱ τῆς σῆς συμπαθείας `Αγνή! Σὺ γὰρ οἷα Μήτηρ, τοῦ ἐλέους εὔσπλαγχνος , οῖκτείρεις καἱ ἐλεεῖς, πλούτῳ χρηστότητος, τοὺς πίστει εἰλικρινεῖ, τῇ ἱερᾷ σου Εἰκόνι προσπίπτοντας, ἐξ ἧς περ ξενοπρεπῶς, ὄμβρους δακρύων ἡμῖν Κόρη ἔβλυσας ὅθεν τὴν πολλήν σου χάριν, δι᾿ ἧς σώζεις ἅπαντας, ᾽Ελεοῦσα Παρθένε, εὐγνωμόνως μεγαλύνομεν.

Τ ὴν σὴν κηρύττομεν πρόνοιαν, ᾿Ελεοὕσα Κόρη, ῆς καταπολαὑομεν, ἐκφάνσεσι , θαυμασταῖς, καἰ πλείσταις δόσεσιν· ἀρτίως γὰρ τοὺς πιστούς, τοῖς μητρικοῖς σου ἐξέστησας δάκρυσιν, ἃ ὤφθησαν μυστικῶς, τοῖς εὐσεβέσι γλυκεῖα ἁνάψυξις· ὅθεν Θεσπρωτία πᾶσα, τῇ σεπτῇ Εἰκόνι σου, προσιοῦσα λαμβάνει, ἐξ αὐτῆς χάριν καὶ ἔλεος.


Προσόμοια ἕτερα. ᾿Ηχος δ΄. ς γενναῖον ἐν Μάρτυσι.

Ω῾ς κατεῖδον Πανάμωμε, ἐν τῇ θείᾳ Εἰκόνι σου, τὴν μορφήν σου Δέσποινα τὴν πανάχραντον, δακρύων ὄμβρους σταλάζουσαν, θάμβους ἐπληρώθησαν, εὐσεβοῦντων οἱ χοροί, καὶ πολλῆς κατανύξεως, καἱ' ἐβόησαν`· Παναγία Παρθένε ᾽Ελεοῦσα, κατοικτείρησον καὶ σῶσον, ἡμᾶς κινδύνων καὶ θλίψεων.

Ω῾ς πηγὴ ἀγαθότητος, καὶ ἐλέους θησαύρισμα, καἱ ἀγάπης πέλαγος ἀνεξάντλητον, δακρυῤῥοοῦσα τεθέασαι, τῇ Θείᾳ Εἰκόνι σου, πρὸς μετάνοιαν ἡμᾶς, ἐκκαλοῦσα καἱ κρείττονα, βίον ”Αχραντε, ὡς ἂν φύγωμεν κρίσιν τὴν μεγάλην, καὶ ὀργὴν τὴν ἐρχομένην, καὶ δόξης θείας μετάσχωμεν.

Ω῾ς πολλὴ ἡ ἀγάπη σου, καὶ τὸ ἔλεος ”Αχραντε, ὃ παρέχεις πάντοτε τοῖς ἱκέταις σου· διὸ πιστῶς καταφεύγοντες, τῇ θείᾳ Εἰκόνι σου, Θεσπρωτῶν πᾶσα πληθὺς, ἐξ ἧς ἔβλυσας δάκρυα, ὑπὲρ ἔννοιαν, ἣν ὡς μέγα Θησαύρισμα κατέχει, ἡ Μονὴ Γηρομερίου, ὑμνολογοῦσα τὴν δόξαν σου.

Δόξα... Καὶ νῦν...
΄Ηχος πλ. β΄.

Σήμερον προεόρτιον αἶνον τῇ σῇ Κοιμήσει ᾷδοντες, ὑμνοῦμεν Παρθένε,τοὺς πολλοὺς οἰκτιρμούς σου, καὶ τὸ ἔναγχος γεγονὸς ξένον θαῦμα, τῇ σῇ ἀὕλῳ ἐπισκιάσει, εἰς περιποίησιν ἡμῶν· ὢ τοῦ θαύματος! πῶς ἡ ἁγία σου ὄψις, ἡ ἐν τῇ σεπτῇ γεγραμμένῃ Εἰκόνι σου, δακρυῤῥοοῦσα ὤφθη, εἰς θάμβος μέγα, καὶ δέος τῶν ὁρώντων; Ἔργον τοῦτον Θαυμαστόν, τῆς χάριτός σου Κόρη, ὃ εἰργάσω ὡς ηῦδόκησας, εἰς ἀνακαίνισιν ἡμῶν, καὶ ἀνάκτησιν πρὸς ἀρετήν, καὶ βίου ἑναλλαγήν. Διὸ Θεσπρωτία πᾶσα, τῇ σῇ ἁγίᾳ Εἰκόνι προστρέχει, καὶ τὴν εὐεργεσίαν κηρύττει, εὐσήμως βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων ἡμῖν, διὰ σοῦ τὸ μέγα ἔλεος.

Εἴσοδος, Φῶς ἱλαρόν..., τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾿Αναγνώσματα.

Γενἑσεως τὸ ᾽Ανάγνωσμα.
(Κεφ. κη' 10)

Εξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεϊ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν' καὶ οἱ ”Αγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτήν, ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾽ αὐτῆς καὶ εἶπεν· ᾿Εγὼ ὁ Θεὸς ᾿Αβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾽ ἧς σὺ καθεύδεις ἐπ᾽ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ΄σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῥῥᾶν, καὶ ἐπὶ ᾿Ανατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· Ὁς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾽ ἢ οἶκος Θεοῦ“ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ ᾿Ανάγνωσμα.
(Κεφ. μγ’ 27. Κεφ. μδ’ 1)

Εσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ·Αγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾽ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτὴν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εὶσελεὑσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγε κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ ᾿Ανάγνωσμα.
(Κεφ.θ 1)

Η῾ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ. ᾿Ἑσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα "Ος ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεἑσι φρενῷν εἶπεν Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. ᾿Απολείπετε ἀφροσύνην, καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. ᾿Αρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ ᾽Αγίων σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺ ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν.
Ἰδιόμελα. Ηχος α΄.

Α᾿γαλλιάσθω πιστῶν ἡ πληθὺς, ὡς ἁγίασμα ἔνθεον, τῆς Θεομήτορος κατέχουσα, τὴν ἱερὰν Εὶκόνα· ἐν αὐτῇ γὰρ ὁρῶμεν, τὴν τῶν ὅλων ᾿΄Ανασσαν, τῷ ἐν ἀγκάλαις αὐτῆς, νηπιάσι Λόγῳ, μητρικοῖς δάκρυσιν, ὑπὲρ ἡμῶν λαλοῦσαν· καὶ τοῦ ἐλέους τὰ δόματα, ἐν ἐλεήμονι γνώμῃ, ἑνὶ ἑκάστῳ χορηγεῖ, καἱ καταλλάσσει Κυρίῳ, τοὺς αὐτῷ προσκροὐσαντας, ἀγαλλίασιν καὶ λύτρωσιν, πᾶσι πρυτανεύουσα. Ὅθεν πᾶσα Θεσπρωτία, ὑπὸ τὴν σκέπην αὐτῆς καταφεύγουσα, ἐν κατανύξει βόησον· ᾿Αειπάρθενε Κόρη, ἡ πολλαχῶς ἡμᾶς εὐεργετοῦσα, καὶ πολυτρόπων κινδύνων ῥυομένη, μὴ ἀντανέλῃς ἀφ’ ἡμῶν δεόμεθα, τὴν θερμὴν προστασίαν σου.

Ἦχος β΄.

Ε᾿ξέστησαν πάντες Παρθένε, καὶ φόβῳ πολλῷ συνεσχέθησαν, ὅτε εἶδον δακρύουσαν, τὴν. γαληνόμορφον ὄψιν σου, ἐν τῇ σῇ ἁγίᾳ Εἰκόνι· καὶ ἦραν φωνήν, ὑμνοῦντες τὴν χάριν σου, καὶ ὁμοθύμως ᾔνεσαν, τὰ μεγαλεῖα τῆς δόξης σου· ὅτι τρόποις ποικίλοις, ἄγεις ἡμᾶς εἰς μετάνοιαν, καἱ μητρικῇ συμπαθείᾳ, τὸ θεῖον ἔλεος ἐφ᾿ ἡμᾶς ἐπισπᾷς ἑκάστοτε· τὰ γὰρ στάξαντα δάκρυα, σημεῖον μέγα καὶ ἐναργές, τῆς πρὸς ἡμᾶς κηδεμονίας σου. Ἀλλ᾿ ὦ Παρθένε ἐλεῆμον, ἡ φερωνὐμως ᾿Ελεοῦσα κληθεῖσα, ἐν ἐλέει καὶ οἰκτιρμοῖς διάσωζε, ἡμᾶς ἐκ πάσης θλίψεως.

᾽Ηχος γ΄.

Οί τὴν Θεσπρωτίαν οἰκοῦντες, δεῦτε πάντες προσέλθωμεν, ἐν τῇ ἱερᾷ Γηρομερίου Μονῆ, τὰς βιωτικᾷς φροντίδας ἀφέμενον ἐν αὐτῇ γὰρ τεθησαύρισται, ἡ τῆς ᾿Ελεούσης Παρθένου Εἰκών, ὡς θησαὑρισμα μέγιστον, καὶ δώρημα οὐράνιον, καἱ ἱλαστήριον νοητόν· δαψιλεστέρα γὰρ ταύτῃ, ἡ τῆς Θεοτόκου χάρις ἐκκέχυται, καἱ παραδόξοις ἐνεργείαις, πιστοῦται τὰ κρείττονα· ὅτι δακρύων σταλαγμοῖς, ἡ Πανύμνητος Δέσποινα, τοῦ θείου φόβου τὸν ἄνθρακα, ἐν ἡμῖν ὑπανάπτει, καὶ τῆς ἁμαρτίας τὴν ὕλην, ὠς καλάμην ἀναλίσκει τοῦ ἀγροῦ· αὐτῇ οὖν βοήσωμεν· Ὑπερἑνδοξε Κόρη, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἁξίωσον ἡμᾶς, τοὺς πεποιθότας τῇ ἀντιλήψει σου.

᾽Ηχος δ’.

Τοἷς μητρικοῖς σου δάκρυσιν, ἃ ἐκ τῆς ἁγίας σου Εἰκόνος ἔβλυσας,.τὸν πλοῦτον τῶν οἰκτιρμῶν σου, καὶ τῆς ἀγάπης τὸν θησαυρόν, ἡμῖν διετράνωσας, Θεοτόκε Παρθένε· τῶν γὰρ ἀποσφαλέντων υἱῶν, τὴν ἔκπτωσιν ὲθρήνησας, τοῦ δὲ Θεοῦ τὴν χρηστότητα, εἰς φιλανθρωπίαν συνεκίνησας, ἐπὶ λαοῦ ἡμαρτηκότος· ὅθεν τῷ σῷ ἐλέει σωζόμενοι, ἀπροσδοκήτων κινδύνων, ἐν πᾶσι καὶ διὰ πάντα εὐχαριστοῦντες, χαριστήριον αἶνον, εὐγνωμοσύνῃ πολλῇ σοι ᾷδομεν, ὅτι τοσούτων ἀγαθῶν ἡμᾶς ἠξίωσας.

Δόξα... Καὶ νῦν... Ό αὐτός.

Δαβιτικαῖς ἑπόμενοι ῥήσεσι, τὸ πρόσωπόν σου λιτανεὑομεν Δέσποινα, ὁ περιούσιος λαὸς τοῦ Θεοῦ, ὃν οἰκεῖον σχοίνισμα ἔδειξας, εἰς ἀληθῆ περιποίησιν τῇ γὰρ πανσέπτῳ παρεστῶτες Εἰκόνι σου, ὡς ὁ Μωσῆς ἐν τῇ βάτῳ, τὰ τῆς ψυχῆς αἰσθητήρια λαμπρυνόμεθα, τῇ ἐξ αὑτῆς προϊούσῃ, μυστικῇ φωτοδοσίᾳ· ὅτι ἴαμα σωτήριον, ὡς δρόσος ἡμῖν ὦφθησαν, οἱ ἐξ αὐτῆς δακρύων σταλαγμοί. Ἀλλ᾿ ὦ ᾿Ελεῆμον Κόρη, μὴ παύσῃ περιέπουσα καὶ σώζουσα, τὴν σὴν ἀπόλεκτον κληρονομίαν, ἐκ πάσης περιστάσεως.

Εἰς τὸν Σ τ ί χ ο ν Στιχηρὰ Προσόμοια.
᾽Ηχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις Παρθενομῆτορ Αγνή, τῆς εὐσπλαγχνίας ἡ πηγὴ η ἀκένωτος, ἡ βλύζουσα τοῖς ἐν κόσμῳ, τῶν θεϊκῶν οἰκτιρμῶν, τὰ σωτηριώδη πελαγίσματα· νεφέλη ὁλόφωτος, θεϊκῆς ἀγαθότητος, ζωῆς τὸ ὕδωρ, μυστικῶς ὑετίζουσα, καὶ εὖφραίνουσα, τῶν πιστῶν τὴν διάνοιαν· ᾿΄Αχραντε Παντευλόγητε, ἡμῶν ἡ ἀντίληψις, ἡ ἐλεοῦσα τοὺς πίστει, τῇ προστασίᾳ σου σπεύδοντας. Χριστοῦ χαῖρε Μῆτερ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στιχ.Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ε῎ῤῥει ἐκ τῆς σεπτῆς μορφῆς, τῆς γεγραμμένης τῇ ἁγίᾳ Εἰκόνι σου, τῇ κλήσει τῆς ᾿Ελεοὑσης, ὠνομασμένῃ ᾿Αγνή, σταλαγμοὶ δακρύων ὑπὲρ ἔννοιαν· ἐντεῦθεν ἐξέστησαν,οἱ πιστοὶ θεασάμενοι, τὸ ξένον θαῦμα, τῆς πολλῆς σου χρηστότητος, καὶ ἐβόησαν, μετὰ φόβου καὶ πίστεως Δέσποινα Παναμώμητε, ἡμῶν ἡ βοήθεια, μὴ καταλίπῃς εἰς τέλος, ἡμᾶς οὓς ᾧκτειρας ῎Αχραντε, ἀλλὰ τῇ συνήθει, μητρικῇ σου συμπαθείᾳ, ἡμᾶς περίεπε.

Στίχ.Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Χαίρει Γηρομερίου Μονή, Θεογεννῆτορ ᾿Ελεοῦσα Πανάμωμε, κατέχουσα ἐν τοῖς κόλποις, ὡς θησαυρὸν ἀληθῆ, τῆς σῆς ἐμφερείας τὸ Ἔκτύπωμα, Εἰκόνα τὴν ἄχραντον, τῆς ἁγὶας σου ὄψεως, ῤῶσιν καὶ χάριν, ψυχῆς ἅμα καὶ σώματος, ἀναβλύζουσαν, καἰ πιστοὺς ἁγιάζουσαν· ὅθεν ταύτῃ προστρέχοντες, τῆς σῆς ἀγαθότητος, οἱ Θεσπρωτοὶ ἀπαντλοῦμεν, τὰ θεῖα ῥεῖθρα ἑκάστοτε, ῾Αγνἠ Θεοτόκε, ἀνυμνοῦντες εὐχαρίστως, τὰ σὰ θαυμάσια.

Δόξα .. Καὶ νῦν... ᾿’Ι-Ιχος πλ, δ’.

Τὢν ὑπὲρ νοῦν μεγαλείων σου, τὰς αἰνέσεις κηρύττομεν, οἱ τῶν σῶν δωρεῶν ἀπολαύοντες, Θεοτόκε Δέσποινα· ποικιλοτρόπως γὰρ ἡμῖν βοηθεῖς, ἐν εὐκαιρίαις καἰ θλίψεσιν, οἷα Μήτηρ Θεοῦ φιλάγαθος’ καὶ νῦν τὴν θείαν Εἰκόνα σου, ὥσπερ στάμνον μυστικὴν ἀνέδειξσς, μανναδοτοῦσαν ἡμῖν, τὸν γλυκασμὁν τῆς ἀγάπης σου · καὶ ἐν αὐτῇ δακρυῤῥοοῦσα ὤφθης, πρὸς μετάνοιαν ἡμᾶς διεγείρουσα. ’Ἀλλ᾿ ὦ Κόρη Παντωλἂγητε, μὴ παύσῃ παρέχουσα ἡμῖν, τὴν σὴν βοήθειαν.

Νῦν ἀπολύεις..., τὀ Τρισάγιον, καὶ τὸ ᾽Απολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὤν πολλῶν οἰκτιρμῶν σου ἐφ᾿ ἡμᾶς τὴν ᾶνάβλυσιν, πᾶσιν ἐμφανῶς ἐκδηλοῦσα, ἐκ τῆς θείας Εἰκόνος σου, ἀνάβλυσας δακρύων σταλαγμοὺς, Παρθένε ᾿Ελεοῦσα θαυμαστῶς· ἐλεεῖς γὰρ συμπαθείᾳ σου μητρικῇ, τοὺς εὐλαβῶς βοῶντάς σοι͵ Δόξα τοῖς θαυμασίοις σου ᾽Αγνή, δόξα τῇ σῇ χρηστότητι, δόξα τῇ πρὸς ἡμᾶς σου Δακρυῤῥοοῦσα χάριτι.

Ἕτερον. ᾿Ηχος δ’, Τ αχὺ προκατάλαβε.

Τἠν θείαν Εἱκόνα σου, ἐξ ἧς δακρύων ῥοή, ἀνέβλυσεν ᾿῾Αχραντε, Γηρομερίου Μονῆ, πλουτοῦσα ἀγάλλεται ταύτῃ γἁρ Ελεοῦσα; πᾶς πιστὸς καταφεύγων, λαμβάνει ῥῶσιν καὶ χάριν, καὶ θερμῶς σοι κραυγάζει Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Απόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Την θείαν σου μορφήν, γεγραμμένην ὁρῶντες, Παρθένε Μαριάμ, τῇ σεπτῇ σου Εἰκόνι, χαρᾶς πολλῆς πληρούμεθα, καὶ ἐλπίδος καὶ χάριτος Ἀλλ’ ὡς ἔσταξας, ἐκ ταύτης ὄμβρους δακρύων, οὕτως οἴκτειρον, ὡς ᾽Ελεοῦσα καἰ σῶσον. ἡμᾶς πάσης θλίψεως (Δίς).

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Λαμπάδα ὡς πάμφωτον, Γηρομερίου Μονή, Εἰκὀνα σου κέκτηται, τὴν θαυμαστὴν ἀληθῶς, Πανύμνητε Δέσποινα· ὅθεν ἡ Θεσπρωτία, ταῖς αὐτῆς φωταυγείαις, σκότους παθῶν λυτροῦται, καὶ παντοίας ἀνάγκης διὸ καὶ εὐγνωμόνως, Παρθένε δοξάζει σε. (Δίς).

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Δακρυῤῤοοῦσα καθωράθης Παρθένε, ἐν τῇ ἁγίᾳ σου Εἰκὀνι ἀῤῥήτως, καὶ ἐπὶ τούτῳ τοὺς πιστοὺς ἐξέστησας· ὅθεν μνείαν ἄγοντες, εὐλαβείᾳ καἰ πόθῳ, τοῦ τοιούτου θαύματος, τῆς εὐνοίας σου Κόρη, ἀναβοῶμεν πίστει σοι Ἀγνἡ· ᾽Επερχομένων ἡμᾶς ῥῦσαι θλίψεων.

Τὸ α΄ ἀντίφωνον τοῦ δ’ Ἦχου καὶ τὸ Προκείμενον.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον κατὰ Λουκᾶν.

᾿Εν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...

Ὁ Ν΄, Δόξα Ταῖς τῆς Θεοτόκου ...

Καὶ νῦν .. Ταῖς τῆς Παναχράντου ...

Ἰδιόμελον. ᾽Ηχος πλ. β΄.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

Τοἷς τῶν δακρύων σταλαγμοῖς, ἐκ τῆς σεπτῆς σου Εἰκόνος, μετανοίας δρόσον ἔσταξας, τοῖς φλεγομένοις Παρθένε, φθοροποιοῖς πάθεσιν· ὡς γὰρ Μήτηρ τοῦ ἐλεήμονος Θεοῦ, πάντας θέλεις σωθῆναι, τοὺς τῷ θείῳ σημειωθέντας αἵματι. Ἀλλ᾿ ὦ φιλάγαθε Δέσποινα, τῆς τοῦ ἐχθροῦ μανίας ἡμᾶς ἀπάλλαξον, ὡς ἂν σωφρόνως καὶ σεμνῶς βιώσωμεν, καὶ ἐν χαρᾷ εἰσέλθωμεν, εἰς τὴν οὐράνιον κατάπαυσιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

Εἶτα ὁ Κανών, οὗ ἡ ᾿Ακροστιχἱς.
«Ἐλέησον ἡμᾶς ὦ Δακρυῤῥοοῦσα. Γερασίμου.»

ᾨδὴ α΄. ᾿Ηχος δ΄. Ὁ Εἱρμὀς.

«Ανοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἑρεύξομαι, τῇ »βασιλίδι Μητρἱ, καὶ ὀφθήσομαι, φαιδρῶς, πανηγυρίζων, καὶ ᾷσω γηθόμενος, »ταύτης τὰ θαύματα. (Δίς).

Ε’λέους τὸν πρύτανιν, ὑπερφυῶς σωματώσασα, ἐλέησον Δέσποινα, τοὺς προσιόντας σοι, κἀμοὶ δίδου δέ, σοφίαν ἐν τῷ λόγῳ, ὑμνεῖν σου τὰ θαύματα, δι᾿ ὧν σωζόμεθα.

Λαμπὰς ὠς πολὑφωτος, ἡ σὴ Εἰκὼν ἁναδέδεικται, τῇ σῇ ἀγαθότητι, Δακρυῤῤοοῦσα ᾽Αγνἡ, καταυγάζουσα, ἡμῶν τὰς διανοίας, ἀκτῖσι Πανάμωμε, τῆς προστασίας σου.

Εξέβλυσας δάκρυα, ἐκ τῆς ἁγίας Εἰκόνος σου, ὡς μήτηρ φιλόστοργος, ἐκκαλουμένη ἡμᾶς, πρὸς τὰ κρείττονα, ἐκ τρίβου ἀπωλείας διό σου τὴν ἄφθονον, χάριν κηρύττομεν.

Η᾿στάμνος ἡ πάγχρυσος, ζωῆς τὸ μάννα ἡ φέρουσα, ἡ πύλη ἡ ἔμψυχος, τῆς σωτηρίας ἡμῶν άνυμνείσθω μοι η μόνη Θεοτόκος, τὸ μέγα προσφὑγιον, πιστῶν καὶ στήριγμα .

δὴ γ΄. Ὁ Είρμὀς. 
 
«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καἰ ἄφθονος πηγή, θίασον »συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων »δόξης ἀξίωσον. (Δίς).

Σταγόνας σταλάζουσα δακρύων, ὡράθη ἡ θεία σου μορφή, ἡ γεγραμμένη ΄`Αχραντε, ἐν τῇ σεπτῇ Εἰκόνι σου, καὶ ἅπαντες ἐξέστημεν, τῷ παραδόξῳ θεάματι.

Ο πλεῖστος λαὸς ἐν εὐλαβείᾳ, προσῆλθεν ἰδεῖν τὸ θαυμαστῶς, τελούμενον Πανάχραντε, ἐν τῇ σεπτῇ Εἰκόνι σου, καί ἐν ἐκπλήξει ἤνεσαν, τὰ μεγαλεῖα τῆς δόξης σου.

Ναμάτων ἐλέους οὐρανίου, βλυστάνεις τὰ ῥεῖθρα δαψιλῶς, τοῖς πίστει καταφεύγουσι, τῇ σκέπῃ σου Πανάμωμε· ἐντεῦθεν ᾿Ελεοῦσάν σε, θεοπρεπῶς ὀνομάζομεν.

Η πόλις Ὰγνὴ Παραμυθίας, τῇ σῇ πεποιθυῖα ἀρωγῇ, λυτροῦται πάσης θλίψεως, καὶ σὺν αὐτῇ δὲ ἅπασα, ἡ Θεσπρωτία χαίρουσα· Δακρυῤῥοοῦσα δοξάζει σε.

Κάθισμα. Ἦχος δ΄. ᾿Επεφάνης σήμερον.

Τὴν σεπτὴν Εἰκόνα σου Δακρυῤῤοοῦσα, εὐλαβῶς προσΤ πτύσσεται, πᾶς ὁ λαὸς ὁ εὐσεβής, καἰ εὐχαρίστως γεραίρει σου, Θεογεννῆτορ τὰ ξένα θαυμάσια. Δίς.

ᾨδὴ δ’. Ὁ Εἱρμός. 
 
«Ο καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ »Ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καἰ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ »δυνάμει σου.

Μακαρία καθορᾶται, ἀληθῶς καὶ περίβλεπτος, ἡ Γηρομερίου, Μάνδρα τὴν ἁγίαν Εἰκόνα σου, ὡς θησαυρὸν ἁγιάσματος κατέχουσα, ἐξ ἧς Δέσποινα, δακρύους ὄμβρους ἐξέβλυσας.

Α᾿ποῤῥήτων μυστηρίων, μυστικὸν ἐργαστήριον, ὤφθης Θεοτόκε, τὸν Θεὸν ἀῤῥήτως κυήσασα· ὅθεν ἀῥῥἡτοις σου δάκρυσιν ἠλέησας, τὰς ψυχάς ἡμῶν, ἐν χαλεπαῖς παραβάσεσι. 
 
Συμπαθείας ὑπεμφαίνεις, σταλαγμοῖς τῶν δακρύων σου, τὸν ἄπειρον πλοῦτον, πρὸς ἡμᾶς ᾷγνὴ τοὺς ἱκέτας σου· ὅτι πολύς σου ὁ πλοῦτος τῆς χρηστότητος, Κόρη Πάναγνε, ἐπὶ λαὸν τὸν ἀγνώμονα.

Ω᾿῾σπερ μήτηρ τοῦ ἐλέους, ᾽Ελεοῦσα Πανάχραντε, ἐλεεῖς καἱ σώζεις, τοὺς εἰλικρινῶς σοι προστρέχοντας, καὶ ἐν δακρύων λιβάσι τῆς ἀγάπης σου, στάζεις πάντοτε, τὸν γλυκασμὸν τὸν σωτήριον.

ᾨδὴ ε΄. ῾Ο Εἱρμός. 
 
«Ε᾿ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ᾽Απειρόγαμε Παρθένε, ἔσχες 
»ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, »τὴν εἰρήνην βραβεύουσα. (Δίς).

Δακρύουσα πέφηνεν, ἡ σὴ μορφὴ ἠ ἄχραντος, Δέσποινα Παρθένε ᾿Ελεοῦσα, καἰ συγκινοῦσα τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, πρὸς οἶκτον καὶ ἔλεος ᾿Αγνή, ἐφ᾿ ἡμᾶς τὰ τέκνα σου· διὰ τοῦτο ῦμνοῦμέν σε.

Α᾽πἀσης κακίας μέν, ἀπέχεσθαι παιδεύουσα, κλαίεις καἱ θρηνεῖς ἐν εὐσπλαγχνίᾳ, οἷά περ Μήτηρ τοῦ φιλανθρώπου Θεοῦ, Κόρη τὴν ἀπώλειαν ἡμῶν, καὶ πρὸς σταθηρὰν ἡμᾶς, πάντας ἔλκεις μετάνοιαν.

Καυχᾶται τῇ δόξῃ σου, καὶ τῇ σεπτῇ Εἰκόνι σου, τοῦ Γηρομερίου τὸ Σεμνεῖον, ὦ ᾽Ελεοῦσα Δακρυῤῥοοῦσα ·Αγνή, ᾧ ἡ Θεσπρωτία εὐλαβῶς, σπεύδουσα κομίζεται, ἐκ σοῦ χάριν καὶ ἔλεος.

Ρημάτων ἐπάκουσον, ἡμῶν τῆς παρακλήσεως, Κόρη ἐν ἐλέει σου ἀφάτῳ, καὶ δίδου πᾶσι τὴν σὴν βοήθειαν, παύουσα παθῶν ἐπαγωγὰς, δι᾽ ὧν ἡ ζωὴ ἡμῶν, δαπανᾶται ἐν θλίψεσι.

ᾨδὴ ς΄. Ὁ Εἱρμός.

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, 
»δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. (Δίς).

Υ῾περφυῶς Κόρη ἔβλυσας, δακρύων σταλαγμοὺς ὑπὲρ ἔννοιαν, ἐκ τῆς Εἰκόνος σου· ὅθεν ἀνάμνησιν ἄγομεν, Ἁγνὴ Δακρυῤῥοοῦσα, τούτου τοῦ θαύματος.

Ρ῾είθροις τῆς σῆς ἀγαθότητος, κατάρδευσον καἰ σῶσον ἐκ θλίψεως, τὴν σὲ γεραίρουσαν, Παραμυθίαν Πανύμνητε, καὶ πᾶσαν Θεσπρωτίαν, σκέπε ἑκάστοτε.

Ρ῾ὦσιν ψυχῆς τε καὶ σώματος, καὶ βίου εὐπραγίαν χορήγησον, τοῖς πίστει σπεύδουσι, Δακρυῤῤοοῦσα Πανάχραντε, τῇ θείᾳ Εἰκόνι, καὶ σὲ δοξάζουσι.

Ο῾πλοῦτος Κόρη τῆς δόξης σου, ἐκκέχυται τῇ θείᾳ Εἰκόνι σου· ἔνθεν ἐξέστησας, ἡμᾶς Ἁγνὴ τῇ σῇ χάριτι, καὶ μητρικοῖς δακρύοις, τῆς σῆς χρηστότητος.

Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.

Τὴν ἐν ἐλέει, προφθάνουσαν τοὺς αἰτοῦντας, καὶ ἐν δακρύοις, ἐμφαίνουσαν Θεῖον οἶκτον, πάντες ἐν αἰνέσει μεγαλύνωμεν, τὴν μόνην Θεοτόκον ἀπὸ ψυχῆς κραυγάζοντες Σὺ εἶ ᾿Ελεοῦσα ἡμῶν στήριγμα.

Ὁ Οἶκος.

Παραμυθίας ὁ λαός, καὶ Θεσπρωτία πᾶσα, Γηρομερίου τὴν Μονὴν, κατέλαβε μετὰ σπουδῆς, δοξάζων σε Παρθένε· ὅτι ἐν αὐτῇ ἀπόκειται, ὡς ἱλαστήριον μέγα, καὶ θαυμαστὸν στηλογράφημα, τῆς πρὸς ἡμᾶς ἀπείρου ἀγάπης σου, καὶ πολλαπλῶν ἀντιλήψεων, καἱ ἐξαιρέτων ἐκφάνσεων τῆς μητρικῆς σου εὐνοίας, ἡ εὐκλεὴς Εἰκὼν τῆς σῆς ὄψεως, ἡ προσφυῶς ᾿Ελεοῦσα κεκλημένη Πανάχραντε· ἔλεος γὰρ καὶ χάριν βλυστάνει, τοῖς εὐλαβῶς προστρέχουσι· καἱ ἔναγχος δάκρυα ἐπήγασεν ὑπερφυῶς, διδάσκοντα ἡμᾶς, ἀπέχεσθαι πάσης κακίας, καὶ ζῆν σωφρόνως, εὐσεβῶς καὶ θεοφρόνως, ἐν φόβῳ Θεοῦ, καὶ ἀρετῶν ἰδέαις. Ἀλλ’ ὦ Κόρη Πανάχραντε, σκέπε καἰ σῶζε ἐκ πάσης ἀνάγκης καὶ θλίψεως, τοὺς ἐκ ψυχῆς βοῶντάς σοι· Σὺ εἶ ᾿Ελεοῦσα ἡμῶν στήριγμα.

Συναξάριον.

Τῇ ιδ΄ τοῦ αὐτοῦ μηνός, ἀνάμνησιν ἄγομεν τοῦ ξενοπρεποῦς θαύματος, τοῦ ἐνεργηθέντος ἐν τῇ ἱερᾷ Εἰκὀνι τῆς Ὑπεραγίας Θεοτόκου, τῆς καλουμένης ᾽Ελεούσης, εὑρισκομένης δὲ ἐν τῇ κατὰ τὴν Θεσπρωτίαν ἱερᾷ Μονῇ τοῦ Γηρομερίου, ὅτε αὕτη παραδόξως ἀνέβλυσε δάκρυα, ἐξ οὗ καὶ δακρυῤῤοοῦσα ἐκλήθη.

Στίχοι.
Δάκρυσιν ἡμῖν τὸν σὸν ἐκφαίνεις οἶκτον.
Δακρυῤῥοοῦσα, ᾿Ελεοῦσα Παρθένε.
Ταῖς τῆς ᾿Αχράντου σου Μητρὸς πρεσβείαις Χριστὲ ὁ Θεός, καὶ πάντων σου τῶν ᾿Ἁγίων, ἐλέησον καἰ σῶσον ἡμᾶς. ᾽Αμήν.

ᾨδὴ ζ΄. Ὅ Εἱρμός.

«Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς 
»ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον.Ὑπερύμνητε, ὁ τῶν Πατέρων 
»Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (Δίς).

Ολη εὔσπλαγχνος, καὶ πλήρης ἀγαθότητος, πέλουσα ΄Ἁχραντε, καῖ συμπαθείας πηγή, οἰκείοις ἐν δάκρυσιν, ἐκ τῆς Εἰκόνος σου, ταῦτα ἔδειξας, ἡμῖν ἀριδηλότατα, ἐλεοῦσα τοὺς σφαλέντας.

Υ῾πὲρ ἔννοιαν, εἰς εὐσεβῶν ἀνάκτησιν, τὸ θαυματοὑργημα, ὤφθη Ἁγνὴ ἀληθῶς, ὃ ἄρτι ἑνήργησας, ἐν τῇ Εἰκὁνι σου, ὦ Πανάμωμε· ἐν ταύτῃ γὰρ δακρύουσα, καθωράθης παραδόξως.

Σκέπε πάντοτε, ἐκ πάσης περιστάσεως, τῇ προστασίᾳ σου, τοὺς ἀφορῶντας Ἁγνἡ, πρὸς τὴν ὀξυτάτην σου, ἀεὶ ἀντίληψιν, ἐξαιρέτως δέ, τὴν Θεσπρωτίαν φύλαττε, ἀπὸ πάσης ἐπηρείας.

Α῾κεσώδυνος, ἡ προϊοῦσα ᾽΄Αχραντε, ἐκ τῆς Εἰκόνος σου, χάρις ἐστὶν ἀληθῶς ψυχῶν καὶ σωμάτων γάρ, ἰᾶται μώλωπας, καὶ παράκλησιν, καὶ θυμηδίαν δίδωσι, τοῖς ἐν θλίψεσι τελοῦσι.

ᾨδὴ η΄. Ὁ Εἱρμὁς.

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν  
»τυπούμενος, νῦν δὲ ἑνεργούμενος. τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· »Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (Δίς).

Γέγονεν αἰτία μετανοίας, καὶ βίου Θεογεννήτρια βελτίωσις, ἡ ἐκ τῆς Εἰκόνος σου, τῶν δακρύων ἕκβλυσις, ἡμῖν τοῖς ἁμαρτάνουσι νοϊ ἀγνώμονι· διὸ ὡς σωτηρίας σε πύλην, ἀνυμνολογοῦμεν, ᾽Αγνὴ Δακρυῥῥοοῦσα.

Ε῍χει ἡ Μονὴ Γηρομερίου, Εἰκόνα σου Θεοτόκε τὴν ὑπὲρτιμον, ἐξ ἧς ἡμῖν ἔβλυσας, δάκρυα σωτήρια, ὡς θησαυρὸν πολύτιμον καὶ ὄλβον ἄσυλον, καὶ ταύτῃ εὐλαβῶς καταφεύγει, ἅπας ὁ λαός σου, καρπούμενος τὰ κρείττω.

Ρ῞εύσαντα τὰ δάκρυα Παρθένε, ἀφράστως ἐκ τοῦ σεπτοῦ σου Ἔκτυπὡματος, δρόσος ἡμῖν ὤφθησαν, ἴαμά τε ἃγιον· διὸ τὸ ξένον θαῦμά σου λαμπρῶς κηρύττομεν, βοῶντες εὗχαρίστῳ καρδίᾳ· χαῖρε Θεοτόκε, ἐλπὶς ἀπηλπισμένων.

Α῞κουσμα φρικτὸν ὤφθη τοῖς πᾶσι, καὶ λάλημα Θεοτόκε περιλάλητον, ἡ ἐκ τῆς σῆς ὄψεως, τῶν δακρύων ἕκβλυσις, καὶ ἅπαντες προσέδραμον Γηρομερίου Μονῇ, καὶ εἶδον ἐν ἐκπλήξει καὶ δέει, τὴν δακρυῥῥοοῦσαν, ἁγίαν σου Εἰκόνα. 
 
Ωδὴ θ΄. Ὁ Είρμός.

«Α᾿῾πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, 
»ἀὓλων νόων φύσις γεραίερουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομἡτορος, καἰ βοάτω· 
»χαίροις. παμμακάριστε, Θεοτὁκε Ἁγνὴ ᾿Αειπάρθενε. (Δίς).

Σκέπη ἀσφαλής, καὶ μέγα προσφύγιον καἱ παραμύθιον, ἔσο ᾿Αειπάρθενε, Παραμυθίας τῇ πόλει πάντοτε, τῇ πίστει πρὸς τὴν πάνσεπτον Ἀγνὴ Εἰκόνα σου· προσιούσῃ, ᾽Ελεοῦσα Δέσποινα, ἐξ ἧς ὄμβρους δακρύων ἀπέσταξας.

Ι῎δε συμπαθῶς, Ἀγνὴ τοὺς προστρέχοντας ἐν τῇ σεπτῇ σου Μονῇ, ᾿Ελεοῦσα Ἄχραντε, καὶ παρεστῶτας ἐν τῇ Εἰκὁνι σου, καὶ δίδου τὰ αἰτήματα τούτοις ἑκάστοτε, οἷα Μήτηρ, τοῦ Θεοῦ φιλάγαθος, καἰ πιστῶν γλυκυτάτη ἀντίληψις

Μνείαν ἱεράν, τοῦ ξένου σου θαύματος τελοῦμεν Δέσποινα, ὃ ἄρτι ἐτέλεσας, ἐκ τῆς μορφῆς σου δάκρυα στάξασα, καὶ τῇ σεπτῇ Εἰκόνι σου πίστει προσπίπτοντες, οἰκτιρμῶν σου, ἐξ αὐτῆς λαμβάνομεν, ᾽Ελεοῦσα τὴν χάριν τὴν ἄφθονον.

Ο῎μιλοι πιστῶν, τὴν θείαν Εἰκόνα σου περικυκλοῦσιν Ἁγνή, καὶ πανηγυρίζουσιν, τὰ μεγαλεῖα τῶν θαυμασίων σου, καὶ αἶνον προεόρτιον τῇ Μεταστάσει σου, Θεοτὀκε, ᾷδουσι βοῶντές σοι᾿ χαῖρε Κόρη ἡμῶν ἡ βοήθεια.

Υ῎μνοις καὶ ᾠδαῖς, ἡ πόλις γεραίρει σε Παραμυθίας Ἁγνή, σὺν αὐτῇ δὲ ἅπασα, ἡ Θεσπρωτία ὑμνεῖ τὴν δόξαν σου, κἀγὼ δὲ ὁ ἀνάξιος τῶν θαυμασίων σου, μεγαλύνω, τὴν μεγαλοπρέπειαν, ἐκδεχόμενος Κόρη τὴν χάριν σου.

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.

Τοῖς σταλαγμοῖς Παρθένε τῶν σῶν δακρύων, τὴν πρὸς ἡμᾶς ἐκφαίνεις σου εὐσπλαγχνίαν ὅθεν μεγαλύνομεν τὸ ἔλεος, τῆς σῆς Αγνὴ χρηστότητος, δι᾿οὗ ἐξαίρεις καὶ σώζεις, ἡμᾶς ἐκ πάσης ἀνάγκης.

Ἕτερον. Γ υναῖκες ἀκουτίσθητε.

Μονὴ ἡ περιώνυμος, Γηρομερίου σκίρτησον, κατέχουσα εν τοῖς κόλποις, τῆς ᾿Ελεούσης Παρθένου, Εἰκὀνα τὴν ὑπέρτιμον, ἐξ ἧς ἡμῖν ἀνέβλυσε, δακρύων ὄμβρους ἔναγχος, διὸ καὶ δακρυῤῥοοῦσα, προσφόρως ἐπωνομάσθη.

Εἰς τοὺς Αἴνους.

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Γηρομερίου εὐφραίνου Μονὴ καὶ χόρευε, τὴν θαυμαστὴν Εἰκόνα, τῆς Ἁγνῆς Θεοτόκου, πλουτοῦσα ὡς πολύτιμον θησαυρόν, καὶ ἁγίασμα ἔνθεον, ἐξ ἧς δακρύων ἀπέσταξε σταλαγμοὺς, εὐσεβῶν εἰς περιποίησιν.

Παραμυθίας ἡ πόλις ἰδοῦσα Πάναγνε, δακρυῤῤοοῦσαν ἄρτι, τὴν σεπτήν σου Εἰκόνα, ἐξέστη τῇ καρδίᾳ δέει πολλῷ, καὶ πιστῶς ἀνεβόα σοι· Μὴ διαλίπῃς διδόναι ἡμῖν Ἁγνἡ, τὴν ταχεῖάν σου βοήθειαν.

Η῾ Θεσπρωτία Παρθένε ἐν εὐφροσύνῃ ψυχῆς, προστρέχει τῇ Μονῇ σου, καὶ τὸ ξένον σου θαῦμα, ὑμνεῖ Δακρυῥῤοοῦσα καἰ ἐκβοᾷ· Θεοτόκε Πανάχραντε, σκέπε καὶ σῶζε ἐκ πάσης ἀεὶ ὀργῆς, τοὺς ἐλπίζοντας τῇ σκέπῃ σου.

Προεορτίους αἰνέσεις τῇ Μεταστάσει σου, προσᾷδοντές σοι Κόρη, εὐγνωμόνως ὑμνοῦμεν, τὴν ἕκφανσιν τῆς θείας σου ἀρωγῆς, πρὸς ἡμᾶς τοὺς ἱκέτας σου, Δακρυῤῥοοῦσα Παρθένε δι᾽ ἧς πολλῶν, ἐκλυτρούμεθα κακώσεων.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α΄.

Τῆς πολλῆς προμηθείας σου, τὰς ἐξαιρέτους ἐνεργείας, εὐσήμως Θεοτόκε κηρύττομεν· οὐ γὰρ διέλιπες εὐεργετεῖν ἡμᾶς, καὶ πολλοῖς τεκμηρίοις ἐκφαίνειν, καὶ θαύμασι πιστοῦσθαι, τὸ μέγεθος τῆς πρὸς ἡμᾶς προστασίας σου· ὢ τοῦ θαύματος! πῶς δακρύων ὄμβρους ἔσταξας, ἐκ τῆς ἁγίας σου Εἰκόνος; ἀλλ᾿ ἢ τῆς ἡμῶν προνοουμένη σωτηρίας. Διὸ Ὑπερένδοξε, Κεχαριτωμένη Παρθένε, δίδρυ ἡμῖν πάντοτε, τὴν σὴν βοήθειαν.

Δοξολογία μεγάλη καὶ ᾿Απόλυσις.
Εἰς τὴν Λειτουργίαν.

Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανὁνος τῆς Θεοτόκου ἡ γ καὶ στ ᾠδή.

᾽Απόστολον καὶ Εὐαγγέλιον τῆς 15ης Αὐγούστου.

Κοινωνικόν.

Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. ᾿Αλληλοὑϊα.

Μεγαλυνάριον.

Δάκρυσι Παρθένε τοῖς μητρικοῖς, ἔδειξας τοῖς πασι, του ἐλέους σου τὴν πηγήν· ὅθεν τὴν σεπτην σου, Εὶκονα προσκυνοῦντες, ὑμνοῦμεν Θεοτοκε, την προστασιαν σου.





Δίστιχον.
Δάκῥυα Ἁγνὴ τῆς μετανοίας δίδου
Γερασἱμω μέλποντι τοὺς οἰκτιρμούς σοι.


Πηγή ακολουθίας:
















Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου