Ὁ ὑπέροχος ὕμνος τῆς ἀγάπης
(Ἃ΄ πρὸς Κορινθιους στ.1-13)
Ἐὰν ταῖς γλωσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων , ἀγαπην δὲ μὴ ἔχω, γεγονα χαλκὸς ἠχῶν ἡ κυμβάλων ἀλαλάζον.
καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδω τὰ μυστήρια πάντα καὶ πάσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πάσαν τὴν πίστιν, ὥστε ὅρη μεθιστανειν ἀγαπην δὲ μὴ ἔχω , οὐδὲν εἰμι.
καὶ ἐὰν ψωμισω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμα μου ἴνα καυθησομαι , ἀγαπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
Ἡ ἀγάπη μακροθυμει, χρηστευεται, ἡ ἀγάπη οὐ ζηλοί, ἡ ἀγάπη οὐ περπερευεται, οὐ φυσιουται,
οὐκ ἀσχημόνει, οὐ ζητεῖ τὰ ἑαυτῆς , οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
οὐ χαίρει ἐπὶ τὴ ἀδικία συγχαίρει δὲ τὴ ἀλήθεια πάντα στεγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, εἴτε δὲ προφητειαι, καταργηθησονται εἴτε γλωσσαι, παυσονται εἴτε γνῶσις, καταργηθησεται.
ἐκ μέρους δὲ γινωσκομεν καὶ ἐκ μέρους προφητευομεν
ὅταν δὲ ἔλθη τὸ τέλειον τότε τὸ ἐκ μέρους καταργηθησαι.
ὀτε ἠμην νήπιος, ὡς νήπιος ἐλαλουν, ὡς νήπιος ἐφρονουν, ὡς νήπιος ἐλογιζομην ὀτε δὲ γεγονα ἀνήρ, κατηργηκα τὰ τοῦ νήπιου.
βλεπομεν γὰρ ἄρτι δὶ’ ἐσοπτρου ἐν αἰνιγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπο πρὸς πρόσωπον ἄρτι γινωσκω ἐκ μέρους, τότε δὲ ἐπιγνωσομαι καθὼς καὶ ἐπεγνωσθην.
νυνι δὲ μένει πίστις, ἐλπὶς , ἀγάπη, τὰ τρία ταῦτα μείζων δὲ τοῦτο ἡ ἀγάπη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου