ΜΠΑΡΑ ΜΕΝΟΥ

15 Ιουλίου 2011

ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟΝ

γίου Δημητρίου, μητροπολίτου Ροστώφ, ν λεγε καθ' καστην.

ΥΠΕΡΑΓΙΑ Θεοτόκε Παρθένε, σκέπε μὲ καὶ διαφύλαττε μέ, τὸν δουλόν σου, ἀπὸ παντὸς κάκου ψυχῆς τὲ καὶ σώματος, καὶ ἀπὸ παντὸς ἔχθρου ὅρατου καὶ ἀοράτου.
Χαῖρε, κεχαριτωμένη Μαρία· ὃ Κύριος μετά σου. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὃ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτήρα ἔτεκες τῶν ψυχῶν ἠμῶν. Χαῖρε καὶ εὔφραινου, Θεοτόκε Παρθένε, καὶ πρέσβευε ὑπὲρ τοῦ δούλου σου. Κυρία καὶ Δέσποινα τῶν Ἀγγέλων καὶ Μήτηρ τῶν χριστιανῶν, Βοήθησαν μοὶ τῷ δούλω σου. Ὢ Μαρία παναμώμητε, χαῖρε νύμφη ἀνύμφευτε· χαῖρε, ἢ χαρὰ τῶν θλιβομένων καὶ ἢ παραμυθία τῶν λυπουμένων χαῖρε, ἢ τροφὴ τῶν πεινώντων καὶ ὃ λιμὴν τῶν χειμαζόμενων, χαῖρε, τῶν ἁγίων ἅγιωτερα καὶ πάσης κτίσεως τιμιότερα ,χαῖρε, τοῦ Πατρὸς ἁγίασμα, τοῦ Υἵου τὸ σκήνωμα, καὶ τοῦ Ἁγίου Πνεύματος τὸ ἐπισκίασμα· χαῖρε, τοῦ πάντων Βασιλέως, Χρίστου τοῦ Θεοῦ ἠμῶν, τὸ τερπνὸν παλάτιον χαῖρε, ἢ Μήτηρ τῶν ὀρφανῶν καὶ ἢ βακτηρία τῶν τυφλῶν χαῖρε, τὸ καύχημα τῶν χριστιανῶν καὶ τῶν προσκαλουμένων σὲ ἢ ἕτοιμη βοηθός.
Παναγία Δέσποινά μου, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου· ὅτι εἷς τὰς πανάχραντους χείρας σου παρατίθημι τὸ πνευμά μου. Γενοϋ βοηθὸς καὶ σκέπη τῆς ψυχῆς μου ἐν τὴ φοβερὰ ἥμερά της κρίσεως, καὶ πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου, Ῥνα εἰσέλθω καθαρὸς καὶ ἁγνὸς εἰς τὸν Παράδεισον. Μὴ ἀπόρριψης μέ, Κυρία μου, τὸν δουλόν σου· ἀλλὰ βοήθησαν μοί, καὶ δὸς μοὶ πᾶν τὸ συμφέρον τὴ ψυχή μου. Λύτρωσαι μὲ ἀπὸ παντὸς κινδύνου, ἐπιβουλῆς, ἀνάγκης καὶ ἀσθενείας, καὶ δώρησαι μοὶ πρὸ τοῦ τέλους μετάνοιαν Ῥνα, σωζόμενος τὴ μεσιτεία καὶ βοήθειά σου, διαφυλάττωμαι ἐν τῷ παρόντι βίω ἀπὸ παντὸς ἔχθρου, ὀρατοΰ καὶ ἀοράτου, πορευόμενος θεαρέστως ἐν τοῖς θελήμασι τοῦ ἀγαπητοῦ σου Υἵου καὶ Θεοῦ ἠμῶν. Καὶ ἐν τὴ φοβερὰ ἥμερά της κρίσεως ρΰσαι μὲ ἀπὸ τῆς αἰωνίου καὶ φοβέρας κολάσεως, ἴνα προσκυνῶ, εὐχαριστῶ καὶ δοξάζω τὸ πανάγιόν σου ὄνομα εἷς τους αἰώνας τῶν αἴωνων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου